Ο Αφορισμός τής βλάσφημης ΓΟΧ Μαγδαληνής Καραγατσίδου ψευτο μοναχής ( που συκοφάντησε τόν Άγιο Νεκτάριο)




 ΙΕΡΑ ΣΥΝΟΔΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ

 ΚΕΙΜΕΝΟΝ τοῦ κατά Μαγδαληνῆς Μοναχῆς ἐκφωνηθέντος


ΑΦΟΡΙΣΜΟΥ


 Διά τάς κατά τοῦ ἐν ἁγίοις Πατρός ἡμῶν Νεκταρίου τοῦ θαυματουργοῦ βλασφημίας αὐτῆς .


ΕΝ ΑΘΗΝΑΙΣ 1976


Εἰς το Ὄνομα τοῦ Πατρός καὶ τοῦ Υἰοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν. Ὁ ἀντίδικος τῶν Ἁγίων, ὁ Διάβολος, ὡς λύκος ὠρυόμενος ἐπί γῆς περιφέρεται ζητῶν τίνα καταπίῃ. Τοῦτο δέ σαφῶς εἰδότες οἱ θεοκήρυκες Ἀπόστολοι θεοπνεύστως ὥρισαν, ὅτι ὀφείλουσι τά τοῦ Χριστοῦ λογικά πρόβατα τοῖς κατά πνεῦμα αὐτῶν πατρᾶσι πειθόμενα ἐν τῇ νοητῇ μάνδρᾳ τῶν θείων δογμάτων καὶ τῶν θεοποιῶν ἀρετῶν αὐλίζεσθαι. Πείθεσθε, βοᾷ Παῦλος ὁ πανεύφημος τοῦ Σωτῆρος ἡμῶν Ἀπόστολος, τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὡς τῷ Κυρίῳ˙ αὐτοί γάρ ἀγρυπνοῦσιν ὑπέρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες.

 Βάσις ἐντεῦθεν τῆς τε τῶν σωτηρίων δογμάτων τηρήσεως καὶ τῆς τῶν ἀρετῶν ἀποκτήσεως ἑδραία καὶ ἀμετακίνητος ἐστί τε καὶ ὑπό τῶν Ἁγίων ὁμοφώνως κηρύσσεται ἡ τ α π ε ί ν ω σ ι ς. Οἱ ἑαυτούς σοφούς χειροτονοῦντες, τῆς θείας ἀληθείας ἀποροῦντες γεύσασθαι τῆς ἡδύτητος, τῆς τε ὀρθῆς ἐκπίπτουσι πίστεως καὶ ἐνδιαιτήματα γίνονται τῶν ἀκαθάρτων πνευμάτων, διότι ὁ ὑπέρ τῆς ἡμῶν σωτηρίας Ἑαυτόν ταπεινώσας Θεός ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δέ δίδωσι χάριν. Οὐ μόνον δέ ποικίλοις τε καὶ μιαροῖς ὑποπίπτουσι πάθεσιν οἱ τῆς ἀληθείας κατεπαιρόμενοι, ἀλλά καὶ οὐ φρίττουσι κατά τῶν ἁγίων καὶ τετελειωμένων τοῦ Κυρίου δούλων λαλῆσαι ἀδικίαν ἐν ὑπερηφανείᾳ καὶ ἐξουδενώσει, τῶν οἰκείων τελείως ἐπιλανθανόμενοι μέτρων, οἱ ἀσύνετοι! Ὅπερ καὶ ἀθλίᾳ τινί καὶ θρήνων πολλῶν ἀξίᾳ καὶ ταλαιπώρῳ ἀμονάχῳ μοναχῇ Μαγδαληνῇ, τῇ κατά κόσμον Σμαράγδᾳ Καραγατσίδου, ἐσχάτως συμβέβηκε.

Αὕτη προεστῶσα γενομένη ἱεροῦ ἐν Κοζάνῃ παρθενῶνος, ἐπ’ ὀνόματι τῆς ἐνδόξου τοῦ Σωτῆρος Χριστοῦ Ἀναλήψεως τιμηθέντος, καὶ τῆς ἰδίας τέλεον, ὡς δοκεῖ, καταμελήσασα ψυχῆς, ὑπό τοῦ ἁλάστορος ἐχθροῦ πολεμηθεῖσα καὶ ἡττηθεῖσα οἰκτρῶς, οὐ μόνον ἑαυτῇ τήν ἀπώλειαν προεξένησεν, ἀλλά καὶ πολλοῖς ἄλλοις, ὅσοι ἀφρόνως γυναικός λόγοις προσέσχον τον νοῦν, ὡς ὀρθόν τι φθεγξαμένης˙ αὕτη γάρ ἡ ἀμόναχος Μαγδαληνή καταφρονήσασα τῶν παρά τῶν σαλπίγγων τοῦ Πνεύματος, τῶν θεοκηρύκων Ἀποστόλων καὶ θεοφόρων Πατέρων ἡμῶν, ἐκτεθέντων αἰωνίων ὅρων, τῶν κωλυόντων γυναῖκας λαλεῖν ἐν Ἐκκλησία, καὶ διδασκαλικόν ἑαυτῇ περιθεῖσα ἀξίωμα ἡ τῇ ὑπακοῇ μόνῃ ἐντρυφᾶν καὶ σχολάζειν ὀφείλουσα, καὶ ἐντεῦθεν κατεπαρθεῖσα καὶ τήν τῶν ὁσίως ἀσκουμένων καὶ τῶν ἀγγελικῶν ταγμάτων ἐγκαλλώπισμα ὑπάρχουσαν ὑψοποιόν ταπείνωσιν ἀπωσαμένη εἰς τά ὀπίσω, πρῶτον μέν τῆς ἱερᾶς μάνδρας τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἀφρόνως ἐξελθοῦσα καὶ τῆς ἑνότητος τῶν Ὀρθοδόξων ἀποσχισθεῖσα παρασυναγωγῇ τινι πονηρευομένων, τῶν πατρικῶν παραδόσεων τάχα ζηλωτῶν, προσέδραμε, εἶτα δέ παρά τοῖς ἀπειθέσι τούτοις εἰς ἁμαρτίαν προκόψασα ἤρξατο ἐξεμεῖν κατά πάντων τόν τῆς ἑαυτῆς μιαρᾶς ψυχῆς βόρβορον βλασφήμοις καὶ δυσώδεσιν ὕβρεσι χραίνουσα ζῶντας τε καὶ κεκοιμημένους ἐπί μόνῳ τῷ λόγῳ, ὅτι αὐτούς οὐχ εὕρισκε   συμφρονοῦντας αὐτῇ καὶ τά αὐτά πράσσοντας!

Ἀλλ’ ὀρθῶς εἶπε τό Πνεῦμα τό Ἅγιον, ὅτι <<ὁ ἀσεβής ἐάν φθάσῃ εἰς βάθος κακῶν, καταφρονεῖ>>˙ αὕτη γάρ ἡ τρισαθλία καὶ ὑπό τοῦ ἀκαθάρτου πνεύματος ἐλαυνομένη ἀμόναχος, ὡς τοῦ ἀγγελικοῦ τῶν μοναχῶν τάγματος ἐκπεσοῦσα, Σμαράγδα Καραγατσίδου οὐκ ἔφριξεν, ὕστερον πάντων, καὶ κατά τοῦ ἀειφώτου νεολαμποῦς τῆς Καθολικῆς Ἐκκλησίας Φωστῆρος, τοῦ, εἰ καὶ ἐν ἐσχάτοις τοῖς καιροῖς ἡμῖν ἀναδειχθέντος, τῇ τῶν θαυμάτων ἀπείρῳ πληθύι ὑπεράγαν δοξασθέντος, ὁσίου καὶ θεοφόρου Πατρός ἡμῶν Νεκταρίου, τοῦ ἐν Αἰγίνῃ ἀσκήσαντος καὶ ἐκεῖ κατά τό σωτήριον ἔτος 1920 ὁσίως τελειωθέντος* , βλάσφημα λαλῆσαι καὶ ἀκοαῖς εὐλαβῶν Χριστιανῶν οὐκ ἀνεκτά, θέλουσα -ὤ τῆς ἀφροσύνης, ὤ τῆς γνώμης τῆς σατανικῆς- καθελεῖν τόν Ἅγιον ἀπό τῆς παρά τόν Θρόνον τοῦ Παντάνακτος Χριστοῦ παραστάσεως, ἔνθα ὑπέρ ἡμῶν πρεσβεύει τῶν ἁμαρτωλῶν καὶ ταῖς χρείαις ἡμῶν ἀντιλήπτωρ γίνεται θερμότατος. Καί, εἰ μέν ἡ ταλαίπωρος αὕτη γυνή ἠρκεῖτο ἀρνεῖσθαι ἁπλῶς τήν ὄφειλομένην τοῖς Ἁγίοις ἀποδιδόναι τῷ θεοφόρῳ Νεκταρίῳ τιμήν, ἐπί τισι λόγοις, οἷς αὐτή χαίρει, εὐξάμενοι ὑπέρ τῆς μετανοίας αὐτῆς καὶ ἐπιστροφῆς, εἰάσαμεν ἄν αὐτήν φρονεῖν, ὡς βούλεται˙ οὔτε γάρ ἡμεῖς τῆς πίστεως καὶ τῆς συνειδήσεως ἑκάστου κυριεύομεν, καθ’ ἅ καὶ Πέτρος ἔφη ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης, οὔτε οἱ τῷ θρόνῳ τῆς Δόξης παριστάμενοι Ἅγιοι τῆς ἡμῶν χρήζουσιν ἐκδικήσεως ἤ προασπίσεως. Ἐπειδή ὅμως κακοήθεσι συγγραφαῖς οὐ μόνον καθυβρίζει τόν τετελειωμένον τοῦ Κυρίου δοῦλον <<ἀποδιοπομπαῖον>> ἐκ τῆς τοῦ Χριστοῦ ποίμνης ἀποκαλοῦσα ἡ σ χ ι σ μ α τ ικ ή, ἀλλά καὶ -ἵλεως γενοῦ, φιλάνθρωπε Κύριε,- κακοβούλως τάς αὐτοῦ συγγραφάς διαστρέφουσα καὶ ἄλλα ἀντ’ ἄλλων ἐκ τῶν αὐτῷ λεγομένων συνάγουσα, ὡς ἤδη τρανῶς ἐν ἐλέγχοις ἀποδέδεικται, καταρᾶται τόν παρά Κυρίου εὐλογημένον Ἅγιον καὶ καταναθεματίζει τόν δεδοξασμένον, οἰκουμενιστήν καὶ εἰκονομάχον καὶ λατινόφρονα πειρωμένη αὐτόν δεῖξαι ἡ τοσοῦτον τά τῆς ἀμώμου ἡμῶν Ὀρθοδόξου Πίστεως ἱερώτατα δόγματα, οἷς καὶ σῳζόμεθα, ἀγνοοῦσα, ὥστε ἐν τῇ τοῦ ἐλέγχου καί τῶν ὕβρεων μανίᾳ μή ἰδεῖν, ὅτι μονοφυσιτισμόν ἐνόσησε καί μονοθελητισμόν καί μονοενεργητισμόν, μίαν αἱρετιζόντως ἐπί τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν ἀντεισαγαγοῦσα ἁγιότητα καί μίαν θέλησιν καί μίαν ἐνέργειαν.

Ταύτῃ μέντοιγε τῇ ἀμονάχῳ μοναχῇ, τῇ καθ’ ἑαυτῆς τάς τῶν θεοφόρων ἁγίων Πατέρων τῶν Οἰκουμενικῶν Συνόδων ἐπισπασαμένῃ φρικτοτάτας ἀράς, ἡμεῖς μή θέλοντες κατ’ οὐδενός ἐκφέρειν κατάκριμα, ἀλλά τοὐναντίον πάντων τήν ἐπιστροφήν καί μετάνοιαν μελετῶντες τε καί προμνώμενοι, ἐπιστείλαντες τά προσήκοντα συνεβουλεύσαμεν καί εἰς τήν σωτήριον καί ὑψοποιόν αὐτήν ἐξεκαλεσάμεθα ταπείνωσιν καί ἐπί τοῖς ἡμαρτημένοις μεταμέλειαν. Ἀλλ’ οὐδέν ἠνύσαμεν, μή ἐάσαντος αὐτήν τοῦ πλανήσαντος Εὔαν τοῖς πατρικοῖς ἡμῶν ρήμασιν εὐήκοον τεῖναι τό οὖς. Βεβαιωθέντες τοίνυν ἐκ τούτου, ὅτι αὕτη ἀδιόρθωτος οὖσα καί ἀπηλγηκυῖα καί ἐσκληρυμένη ἐπί τά χείρω ἔχει προκόψαι καί πολλῶν ἀστηρίκτων ψυχάς σαλεῦσαι, ἐάν καί ἀτιμώρητος μείνῃ, στενάξαντες καί δακρύσαντες ἐπί τῇ ἀπωλείᾳ αὐτῆς, ὡς ὁ πανεύφημος καί οὐρανοβάμων Παῦλος τόν ἐν Κορίνθῳ τότε γενόμενον αἱμομίκτην παρέδωκε παιδαγωγικῶς τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα σωθῇ τό πνεῦμα, οὕτω καί ἡμεῖς διά τῆς παρά τοῦ παμβασιλέως Χριστοῦ δοθείσης ἡμῖν ἐξουσίας τοῦ δεσμεῖν καί λύειν, εἰ δέ δεήσει, καί ἐκριζοῦν, ὡς τῆς ἁγίας ἡμῶν Ἐκκλησίας μέλος σεσηπός καί ὄζον τήν δυσώδη ὀσμήν τῆς ἀσεβείας, ἀφορίζομεν τήν ἐξωνομασμένην τέως μοναχήν Μαγδαληνήν καί πάσης ἐκκλησιαστικῆς κοινωνίας ἀποκόπτομεν τέλειον, καί τῷ αἰωνίῳ ἀναθέματι αὐτήν καθυποβάλλομεν. Οὐκ ἠθέλησε τήν εὐλογίαν καί ἐμακρύνθη ἀπ’ αὐτῆς. Καί ἠθέλησε τήν κατάραν καί εὗρεν αὐτήν. Μή θελήσασα ἀκοῦσαι τῆς φωνῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, δι’ ἡμῶν καλούσης αὐτήν εἰς μετάνοιαν, αὐτή οαυτῇ [sic: γραπτέον ἑαυτῇ] τήν κατάραν ἐπεσπάσατο. Αὐτή ἑαυτήν ταῖς ἀραῖς τῶν Πατέρων ὑπέβαλεν. Αὐτή ἑαυτήν τῆς Ζωοποιοῦ Τριάδος ἐχώρισεν. Αὐτή καθ’ ἑαυτῆς τό ἀνάθεμα καί τήν δυστυχίαν Κάιν καί Ἰούδα ἐκληρώσατο. Καί, ἄν μή μετανοήσασα ἀξίως τοῦ ἐγκλήματος τύχῃ παρ’ ἡμῶν συγχωρήσεως, Συνοδικῶς ἀποφαινόμενοι ὁρίζομεν, ἵνα μείνῃ ἀσυγχώρητος καί ἄλυτος καί ἐν τῷ νῦν αἰῶνι καί ἐν τῷ μέλλοντι. Οὐ μόνον δέ, ἀλλά τῷ αὐτῷ φρικτῷ ἐπιτιμίῳ καθυποβάλλομεν πάντας τούς τά αὐτά αὐτῇ ἀμετανοήτως φρονοῦντας καί κατά τοῦ ἁγίου ἀδικίαν εἰς ὕψος λαλήσαντας ἐν ὑπερηφανείᾳ καί ἐξουδενώσει, καί πάντα, ὅστις τῆς δε τῆς Συνοδικῆς ἡμῶν καταφρονήσας ἀποφάσεως ἐπιμείνῃ μοναχήν αὐτήν ἤ ὅλως χριστιανήν ἡγεῖσθαι. Ὑμᾶς δέ, τέκνα ἐν Κυρίῳ περιπόθητα, εὐλογίαις καταστέφοντες καί πᾶσαν ἀπό Κυρίου ὑπέρ ὑμῶν ἐπικαλούμενοι χάριν καί προκοπήν, παρακινοῦμεν πατρικῶς φυλάσσεσθαι ἀπό τῆς πονηρᾶς ζύμης τῶν ἐν ὑποκρίσει ὀρθοδόξων, πράγματι δέ ἁγιομάχων καί σχισματικῶν, τηρεῖν δέ ἀπαρεγκλίτως τά ἱερώτατα τῆς ἁγίας καί ἀμώμου καί μόνης ἀληθοῦς Ὀρθοδόξου Πίστεως ἡμῶν δόγματα καί ἀκλινῶς ἔχεσθαι τῆς ὑπό τῶν τετελειωμένων Ἁγίων ὑποδειχθείσης ὁδοῦ. Εὔξασθε δέ σύν ἡμῖν, ὅπως πάντες, οἱ εἰς τόν μέγαν ἐνώπιον Κυρίου θεοφόρον Πατέρα ἡμῶν Νεκτάριον τόν θαυματουργόν ἁμαρτήσαντες, μετανοήσαντες σωθῶσι, και προκαταλάβωσιν οὕτω πάντας οἱ οἰκτιρμοί τοῦ μεγάλου Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ σύν τῷ ἀνάρχῳ καί πανταιτίῳ Πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ Πνεύματι εἰς τούς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.

 Ἐγένετο ἐν Ἀθήναις μηνός Ἰουνίου 25ῃ τοῦ σωτηρίου ἔτους 1976.


ϯ Ὁ Ἀθηνῶν Σ ε ρ α φ ε ί μ, Πρόεδρος

 ϯ Ὁ Τρίκκης καί Σταγῶν Σ τ έ φ α ν ο ς

 ϯ Ὁ Ἄρτης Ἰ γ ν ά τ ι ο ς

 ϯ Ὁ Ἀττικῆς Δ ω ρ ό θ ε ο ς

 ϯ Ὁ Φθιώτιδος Δ α μ α σ κ η ν ό ς 

ϯ Ὁ Τριφυλίας καί Ὀλυμπίας Σ τ έ φ α ν ο ς 

ϯ Ὁ Ἱερισσοῦ, Ἁγ. Ὄρους καί Ἀρδαμερίου Π α ῦ λ ο ς

 ϯ Ὁ Λήμνου Π α ν τ ε λ ε ή μ ω ν 

ϯ Ὁ Θεσσαλονίκης Π α ν τ ε λ ε ή μ ω ν

 ϯ Ὁ Δράμας Δ ι ο ν ύ σ ι ο ς 

ϯ Ὁ Μηθύμνης Ἰ ά κ ω β ο ς 

ϯ Ὁ Σιδηροκάστρου Ἰ ω ά ν ν η ς 


Ὁ Ἀρχιγραμματεύς

 ϯ Ὁ Δέρβης Κ ο σ μ ᾶ ς


Related Posts Plugin for WordPress, Blogger...