Πέμπτη, 1 Ιανουαρίου 2015

Ευχή τού Μεγάλου Βασιλείου .

  





«Ἔτι σου δεόμεθα. Μνήσθητι, Κύριε, τῆς Ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας της ἀπὸ περάτων ἕως περάτων τῆς Οἰκουμένης καὶ εἰρήνευσον αὐτήν, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου καὶ τὸν ἅγιον οἶκον τοῦτον στερέωσον μέχρι τῆς συντελείας τοῦ αἰῶνος. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων. Ἄμειψαι αὐτοὺς τοῖς πλουσίοις καὶ ἐπουρανίοις χαρίσμασι. Χάρισαι αὐτοῖς ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια, ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα. Μνήσθητι, Κύριε, τῶν ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ καὶ εὐλαβεία καὶ ἀσκήσει καὶ σεμνῇ πολιτείᾳ διαγόντων… Τοὺς ἀγαθοὺς ἐν τῇ ἀγαθότητί σου διατήρησον. Τοὺς πονηροὺς ἀγαθοὺς ποίησον ἐν τῇ χρηστότητί σου. Μνήσθητι, Κύριε, τοῦ περιεστῶτος λαοῦ καὶ τῶν δι΄εὐλόγους αἰτίας ἀπολειφθέντων καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. Τὰ ταμεῖα αὐτῶν ἔμπλησον παντὸς ἀγαθοῦ... Τὰς συζυγίας αὐτῶν ἐν εἰρήνῃ καὶ ὁμονοία διατήρησον. Τὸ γῆρας περικράτησον, τοὺς ὀλιγοψύχους παραμυθῆσαι. Τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε καὶ σύναψον τῇ ἁγίᾳ σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ τοὺς ὀχλομένους ὑπὸ πνευμάτων ἀκαθάρτων ἐλευθέρωσον. Τοῖς πλέουσι σύμπλευσον. Τοῖς ὀδοιποροῦσι συνόδευσον. Χηρῶν πρόστηθι. Ὀρφανῶν ὑπεράσπισον. Αἰχμαλώτους ρύσαι. Νοσοῦντας ἴασαι. Τῶν ἐν βήμασι καὶ μετάλλοις καὶ ἐξορίαις καὶ πικραῖς δουλείαις καὶ πάσῃ θλίψει καὶ ἀνάγκῃ καὶ περιστάσει ὄντων μνημόνευσον, ὁ Θεός, καὶ πάντων τῶν δεομένων τῆς μεγάλης σου εὐσπλαχνίας. Καὶ τῶν ἀγαπώντων ἡμᾶς καὶ τῶν μισούντων καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ παντός τοῦ λαοῦ σου μνήσθητι Κύριε ὁ Θεὸς ἡμῶν καὶ ἐπὶ πάντας ἔκχεον τὸ πλούσιόν σου ἔλεος, πᾶσι παρέχων τὰ πρὸς σωτηρίαν αἰτήματα. Ἀμήν».

Πηγή : ΕΡΩ

Καλή κι ευλογημένη χρονιά .